TLG 2278 002 :: PHANODICUS :: Fragmenta

PHANODICUS Hist.
(2 B.C.?)

Fragmenta

Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 473–474.

  • Frr. 1–5
  • fr. 3 contains Latin text only.

Citation: Fragment — (line)

t1-5b

ΔΗΛΙΑΚΑ.

1

Schol. ad Apollon. Rhod. I, 211: [Ζήτης καὶ Καλαΐς τε] Τούτους ἐκ διαφόρων τόπων συμπλεῦσαι τοῖς Ἀργοναύταις φασίν. Οἱ μὲν γὰρ ἐκ Θρᾴκης, ὡς Ἀπολλώνιος, Ἡρόδωρος δὲ ἐκ Δαυλίδος· Δοῦρις δὲ ἐξ
5Ὑπερβορέων. Καταλέγει δὲ τούτους καὶ Ἀντίμαχος. Φανόδικος δὲ ἐν αʹ Δηλιακῶν ἐξ Ὑπερβορέων φησὶν αὐτοὺς ἐλθεῖν ἐπὶ τὸν πλοῦν.

2

Idem I, 419: Περὶ τῆς Ὀρτυγίας Φανόδικος ἐν τοῖς Δηλιακοῖς ἱστόρηκεν. Καὶ Νίκανδρος ἐν τρίτῃ Αἰ‐ τωλικῶν, ἐκ τῆς ἐν Αἰτωλίᾳ Ὀρτυγίας φησὶ τὴν Δῆλον ὀνομασθῆναι, γράφων οὕτως
5Οἱ δ’ ἐξ Ὀρτυγίης Τιτηνίδος ὁρμηθέντες.

3

Servius ad Virgil. Aen. VI, 14: Phanodicus Deliacon * Daedalum propter supra dictas causas fugientem navem conscendisse, et quum imminerent qui eum sequebantur, intendisse
5pallium ad adjuvandum ventos et sic evasisse. Illos vero qui insequebantur reversos nuntiasse pinnis illum evasisse.

4

Diog. L. I, 31: Φανόδικος δὲ περὶ τὴν Ἀθηναίων θάλασσαν εὑρεθῆναι, καὶ ἀνενεχθέντα εἰς ἄστυ, γενομένης ἐκκλησίας, Βίαντι πεμφθῆναι· διὰ τί δὲ, ἐν τῷ περὶ Βίαντος λέξομεν.

5a

Idem I, 82: Φανόδικος δὲ κόρας αἰχμα‐ λώτους λυτρωσάμενον Μεσσηνίας θρέψαι τε ὡς θυγατέ‐ ρας καὶ προῖκας ἐπιδοῦναι καὶ εἰς τὴν Μεσσήνην ἀπο‐ στεῖλαι τοῖς πατράσιν αὐτῶν. Χρόνῳ δὲ ἐν ταῖς Ἀθήναις,
5ὡς προείρηται, τοῦ τρίποδος εὑρεθέντος ὑπὸ τῶν ἁλιέων, τοῦ χαλκοῦ, ἐπιγραφὴν ἔχοντος «τῷ σοφῷ,» Σάτυρος μέν φησι παρελθεῖν τὰς κόρας—οἱ δὲ τὸν πατέρα αὐ‐ τῶν, ὡς καὶ Φανόδικος—εἰς τὴν ἐκκλησίαν, καὶ εἰπεῖν τὸν Βίαντα σοφὸν, διηγησαμένας τὰ καθ’ ἑαυτάς. Καὶ
10ἀπεστάλη ὁ τρίπους· καὶ ὁ Βίας ἰδὼν ἔφη τὸν Ἀπόλ‐ λωνα σοφὸν εἶναι, οὐδὲ προσήκατο. Οἱ δὲ λέγουσιν ἐν Θήβαις τῷ Ἡρακλεῖ αὐτὸν ἀναθεῖναι, ἐπεὶ ἀπόγονος ἦν Θηβαίων ἀποικίαν εἰς Πριήνην στειλάντων, ὥσπερ
καὶ Φανόδικός φησι.473

5b

Inscriptio marmoris Sigeensis: Φανοδίκου εἰμὶ τοῦ Ἑρμοκράτους τοῦ Προκοννησίου· κἀγὼ κρατῆρα κἀπίστατον καὶ ἡθμὸν ἐς πρυτανεῖον ἔδωκα μνῆμα Σιγειεῦσι· ἐὰν δέ τι πάσχω, μελεδαί‐
5νειν με, ὦ Σιγειῆς. Καί μ’ ἐπόεισεν Αἵσωπος καὶ
ἁδελφοί.474